Ancient Greek
12 to 16
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 12-3-16
Not analysed yet
περὶ μοίρας ιϚʹ. κατὰ δὲ τὴν κεφαλὴν καὶ τοὺς ἐμ- προσθίους πόδας ἔδει τεθεικέναι τὸν Λέοντα· οἱ γὰρ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ἐφέξουσι κατὰ τὴν προειρημένην διαίρεσιν Λέοντος μοίρας ιηʹ. δῆλον δὲ ἐκ τῶν εἰρημένων, [καὶ] διότι ὑφʼ ὅλην τὴν Ἄρκτον 〈καὶ〉 κατὰ τὸν Εὔδοξον δεῖ κεῖσθαι [τὸν Καρκίνον καὶ] τὸν Λέοντα καὶ τὴν Παρθένον καὶ τὰς Χηλάς· ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου ἐπέχει κατὰ τὴν αὐτὴν διαίρεσιν τοῦ ζῳδιακοῦ Χηλῶν περὶ μοίρας ιθʹ. Πάλιν δὲ ὁ Ἄρατος περὶ τοῦ Ἡνιόχου λέγων ἐπιφέρει ταυτί· ἀλλʼ αἰεὶ Ταῦρος προφερέστερος Ἡνιόχοιο εἰς ἑτέρην καταβῆναι, ὁμηλυσίῃ περ ἀνελθών. διαφωνεῖν οὖν μοι δοκεῖ πρὸς τὰ φαινόμενα καὶ ἐν τού- τοις· τοῦ γὰρ Ἡνιόχου οἱ πόδες μόνον ἅμα τῷ Ταύρῳ συναναφέρονται, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα τοῖς Ἰχθύσι κοὶ τῷ Κριῷ συνανατέλλει. καὶ αὐτὸς δὲ ἐν τοῖς ἑξῆς φησιν· ἀλλʼ Ἔριφοι λαιοῦ τε θέναρ ποδὸς Αἰγὶ σὺν αὐτῇ Ταύρῳ συμφορέονται. ἀλλʼ ὅσα λέγει Ταύρῳ συναναφέρεσθαι, ταῦτα κατʼ αὐτὸν ἅμα τῷ Κριῷ ἀνατέλλει. ἐπὶ πάντων γὰρ τῶν ἄστρων ἐν ταῖς Συνανατολαῖς οὕτως σημαίνει, οἷον τῆς ἀρχῆς τοῦ ζῳδίου ἐπὶ τῆς ἀνατολῆς οὔσης, τίνα ἀνατεταλκότα ἐγγὺς τοῦ ὁρίζοντος φαίνεται. τοῦ μὲν ἀριστεροῦ ποδὸς πολὺ προανατέλλει ὁ δεξιὸς ὦμος καὶ ἡ δεξιὰ χείρ. πρόδηλον οὖν ὅτι καὶ κατʼ αὐτὸν τὸν Ἄρατον τὰ πρὸς τοῖς ποσὶ μόνον τῷ Ταύρῳ συνανατέλλει, τὸ δὲ λοιπὸν σῶμα καὶ αὐτὸς ὁ ἀριστερὸς ποὺς τὸ