Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 17-7
Not analysed yet
ἕως τῆς τοῦ Καρκίνου ἀνατολῆς. λέγει δὲ οὕτως· καὶ τὰ μὲν ἀντέλλει τε καὶ αὐτίκα νειόθι δύνει πάντα παραβλήδην, μία δέ σφεων ἐστὶν ἑκάστου ἐξείης ἑκάτερθε κατηλυσίη ἄνοδός τε. αὐτὰρ ὅ γʼ Ὠκεανοῖο τόσον παραμείβεται ὕδωρ, ὅσσον ἀπʼ Αἰγοκερῆος ἀνερχομένοιο μάλιστα Καρκίνον εἰς ἀνιόντα κυλίνδεται. δῆλον οὖν ἐκ τούτων, ὅτι τὰ τροπικὰ σημεῖα ἐν ταῖς ἀρχαῖς ὑποτίθεται, τὸ μὲν ἐν τῇ τοῦ Καρκίνου, τὸ δὲ ἐν τῇ τοῦ Αἰγόκερω· τὴν γὰρ ὑπὸ τούτων τῶν σημείων ἐν ταῖς ἀνατολαῖς αὐτῶν ἀποτεμνομένην τοῦ ὁρίζοντος