Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 18-6
Not analysed yet
περιφέρειαν ὁ ζῳδιακὸς ἀνατέλλων ἐπιπορεύεται. δόξαι δʼ ἂν ἐμφαίνειν τοῦτο καὶ ἐξ ὧν περὶ τοῦ Λέοντος λέγων φησίν· ἔνθα μὲν ἠελίοιο θερείταταί εἰσι κέλευθοι, αἱ δέ που ἀσταχύων κενεαὶ φαίνονται ἄρουραι ἠελίου τὰ πρῶτα συνερχομένοιο Λέοντι. περὶ γὰρ τὴν τοῦ Κυνὸς ἀνατολὴν καὶ τὰ καύματα μάλιστα γίνεται· αὕτη δὲ γίνεται μετὰ τριάκοντα ἔγγιστα ἡμέρας ἀπὸ τῆς θερινῆς τροπῆς. μετὰ τοσαύτας ἄρα ἡμέρας ἔγγιστα κατʼ αὐτὸν ὁ ἥλιος ἐν τῇ ἀρχῇ τοῦ Λέοντος γίνεται. ἐν ταύτῃ τῇ τροπῇ τοίνυν τὴν ἀρχὴν ἐπέχει τοῦ Καρκίνου.