Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. X.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 19-4
Not analysed yet
Ἑξῆς δέ φησιν· ἐν δέ τέ οἱ ζώνη ἐυφεγγέος Ὠρίωνος καμπή τʼ αἰθομένης Ὕδρης, ἔνι οἱ καὶ ἐλαφρὸς Κρητήρ, ἐν δὲ Κόραξ. ἡ μὲν οὖν τοῦ Ὠρίωνος ζώνη κεῖται ἐπὶ τοῦ ἰσημερινοῦ· ἡ δὲ σπεῖρα τοῦ Δράκοντος καὶ ὁ Κρατὴρ καὶ ὁ Κόραξ πολλῷ νοτιώτεροί εἰσι τοῦ ἰσημερινοῦ, πλὴν εἰ ἄρα τὰ πρὸς τὴν οὐρὰν τοῦ Κόρακος συνεγγίζει τῷ ἰσημερινῷ. Ἔνι δέ, φησίν, ἀστέρες οὐ μάλα πολλοὶ