Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 2
Not analysed yet
Ἐχομένως δὲ καὶ διαμαρτάνουσι πάντες ἐν τῇ τοῦ Δράκοντος θέσει, ὑπολαμβάνοντες τὴν καμπὴν αὐτὸν ποιεῖσθαι περὶ τὴν κεφαλὴν τῆς Μικρᾶς Ἄρκτου. οἱ γὰρ λαμπρότατοι καὶ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ ταύτης ἀστέρων, ὧν ὁ μὲν βορειότερός ἐστι κατʼ αὐτοὺς ἐπὶ τῆς κεφαλῆς, ὁ δὲ νοτιώτερος ἐπὶ τῶν ἐμπροσθίων ποδῶν, παραλλήλως ἔγγιστα κεῖνται τῇ οὐρᾷ τοῦ Δράκοντος. ψεῦδος οὖν ἐστι τὸ σπείρη δʼ ἐν Κυνόσουρα κάρη ἔχει· ἡ δὲ κατʼ αὐτὴν εἰλεῖται κεφαλήν.