Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 3-2
Not analysed yet
ὁμοίως δὲ καὶ ὁ Εὔδοξος γράφει. ἰδίᾳ δὲ ὁ Ἄρατος ἐπὶ τοῦ Δράκοντος ἀγνοεῖ, πρῶτον μὲν τῷ φάσκειν „σπείρης ἑκάτερθε φέρεσθαι τὰς Ἄρκτους“· τῆς γὰρ οὐρᾶς ἑκατέρωθέν εἰσι, καὶ οὐ τῆς σπείρας. ἀντεστραμ- μένων γὰρ αὐτῶν καὶ ὡσανεὶ παραλλήλως κειμένων ἡ οὐρὰ τοῦ Δράκοντος μεταξὺ αὐτῶν διὰ μήκους παρα- τέταται· ἡ δὲ σπεῖρα τὴν μὲν Μικρὰν Ἄρκτον περι- λαμβάνει, τῆς δὲ Μεγάλης πολὺ κεχώρισται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ ἀμφί τʼ ἐαγὼς ἡμαρτημένως λέγεται· συνέβαινε γὰρ ἂν τοῦτο, εἰ ἐξ ἑκατέρου