Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 2-7
Not analysed yet
Πρῶτον μὲν οὖν ὁ Ἄρατος ὑποδεῖξαι βουλόμενος, πῶς διὰ τῆς ἀνατολῆς καὶ τῆς δύσεως τῶν ἄστρων ἐπιγνωσόμεθα τὴν ὥραν τῆς νυκτός, λέγει ταυτί· οὔ κεν ἀπόβλητον δεδοκημένῳ ἤματος εἴη μοιράων σκέπτεσθαι, ὅτʼ ἀντέλλωσιν ἕκασται· αἰεὶ γὰρ τάων γε μιῇ συνανέρχεται αὐτὸς ἠέλιος. τὰς δʼ ἄν κε περισκέψαιο μάλιστα εἰς αὐτὰς ὁρόων· ἀτὰρ εἰ νεφέεσσι μέλαιναι γίνοιντʼ ἢ ὄρεος κεκρυμμέναι ἀντέλλοιεν, σήματʼ ἐπερχομένῃσιν ἀρηρότα ποιήσασθαι. αὐτὸς δʼ ἂν μάλα τοι κεράων ἑκάτερθε διδοίη Ὠκεανός, τά τε πολλὰ περιστρέφεται ἑοῖ αὐτῷ, νειόθεν ὁππῆμος κείνων φορέῃσιν ἑκάστην. φησὶν οὖν ἐν τούτοις μάλιστα μὲν ἡμᾶς ἐπιγνώσεσθαι τὴν ὥραν, ἐὰν αὐτῶν τι τῶν δώδεκα ζῳδίων θεωρῶμεν