Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 3-5
Not analysed yet
ἀνατέλλον. τὸν γὰρ γινώσκοντα, ἐν ᾦ ἐστι ζῳδίῳ ὁ ἥλιος καὶ καθʼ ὃ μέρος αὐτοῦ, καὶ διότι ἐν πάσῃ νυκτὶ ἓξ ζῴδια ἀνατέλλει, ῥᾳδίως ὑπελάμβανε συνήσειν ἐκ τοῦ ἀνατέλλοντος ζῳδίου τὴν τῆς νυκτὸς ὥραν. εἰ μέντοι γε ἢ διὰ ὄρη ἢ διὰ νέφη μὴ εἴη φανερὸν τὸ ἀνατέλλον ζῴδιον, ἐκ τῶν λοιπῶν ἀστέρων τῶν ἐκτὸς τοῦ ζῳδιακοῦ κύκλου, κειμένων δʼ ἐγγὺς τοῦ ὁρίζοντος, ἐπιγνώσεσθαι ἡμᾶς τὸ ἀνατέλλον ζῴδιον, ἐὰν ἴδωμεν, ποῖα τῶν ἄστρων ἑκάστῳ ζῳδίῳ συνανατέλλει ἢ ἀντι- καταδύνει.