Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 21-2
Not analysed yet
Ψευδῶς δὲ καὶ τοῦτο ὁ Ἄρατος περὶ τῆς Κασσιε- πείας λέγει, ὅτι ἐστὶν οὐ μάλα πολλὴ νυκτὶ φαεινομένη παμμήνιδι Κασσιέπεια· οὐ γάρ μιν πολλοὶ καὶ ἐπημοιβοὶ γανόωσιν· οἱ γὰρ πλεῖστοι τῶν ἐν αὐτῇ δεικνυμένων λαμπρότεροί εἰσι τῶν ἐν τοῖς ὤμοις τοῦ Ὀφιούχου, οὕς φησι καὶ ἐν τῇ πανσελήνῳ ἐκφανεῖς εἶναι, λέγων οὕτως· τοῖοί οἱ κεφαλῇ ὑποκείμενοι ἀγλαοὶ ὦμοι εἴδονται· κεῖνοί γε καὶ ἂν διχόμηνι σελήνῃ εἰσωποὶ τελέθοιεν·