Ancient Greek · ~1 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 22-2
Not analysed yet
σχεδὸν δὲ καὶ τῶν ἐν τῇ Ἀνδρομέδᾳ λαμπρότεροί εἰσι, πλὴν τοῦ ἐν τῇ κεφαλῇ καὶ τοῦ ἑπομένου τῶν ἐν τῇ ζώνῃ, περὶ ἧς φησιν οὔ σε μάλʼ οἴω νύκτα περισκέψασθαι, ἵνʼ αὐτίκα μᾶλλον ἴδηαι· τοίη οἱ κεφαλή, τοῖοι δέ οἱ ἀμφοτέρωθεν ὦμοι καὶ πόδες ἀκρότατοι καὶ ζώματα πάντα.