Ancient Greek · ~4 min
23 to 26
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 23-2-26
Not analysed yet
Καλῶς μὲν οὖν εἶχεν, εἰ μὴ μόνον ἀναποδείκτῳ φάσει χρώμενος ἔλεγε τοὺς ἀντιδοξοῦντας ἐλεγχομένους ὑπʼ αὐτοῦ μετατίθεσθαι, ἀλλὰ καὶ νῦν ἔγγραπτον ἐτίθει τὴν ἀπόδειξιν, ἵνα καὶ οἱ λοιποὶ τῶν ἀντιδοξούντων πεισθῶσιν, ὅτι ταῖς Χηλαῖς ἄρχεται συγκαταδύνειν, καὶ οὐ τῷ Σκορπίῳ. πλὴν ἐπεὶ οὕτως παραλέλοιπεν, οὐκ ἄχρηστον ἂν εἴη διὰ βραχέων ὑπομνῆσαι, διʼ ὧν πειθόμεθα τῷ Σκορπίῳ πρώτως αὐτὸν συγκαταδύνειν· τὸν μὲν γὰρ ἐπὶ πλεῖον περὶ αὐτοῦ λόγον ἐν τῇ τῶν συνανατολῶν πραγματείᾳ κατακεχωρίκαμεν. Νοείσθω δὲ νῦν ἐπὶ τοῦ ὁρίζοντος πρὸς τῇ δύσει κείμενος ὁ νοτιώτατος ἀστὴρ τῶν ἐν τῷ ἀριστερῷ ποδὶ τοῦ Ἀρκτοφύλακος. ἀλλὰ ἔστιν οὗτος ὁ ἀστὴρ βορειό- τερος τοῦ ἰσημερινοῦ κύκλου μοίραις κζ΄ καὶ τρίτῳ μέρει μοίρας, οἵων ἐστὶν ὁ διὰ τῶν πόλων κύκλος μοιρῶν τξ΄. διὰ δὴ τοῦτο ὁ γραφόμενος παράλληλος τῷ ἰσημερινῷ κύκλος διὰ τοῦ προειρημένου ἀστέρος τὴν ὑπὲρ γῆς περιφέρειαν ἔχει τοιούτων τμημάτων ιε΄ λείπουσαν κ΄ μέρει ὡς ἔγγτστα, οἵων ἐστὶν ὅλος ὁ κύκλος τμημάτων κδ΄. τὸ ἥμισυ ἄρα τῆς εἰρημένης περιφερείας, τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἕως δύσεως, τῶν αὐτῶν τμημάτων ἐστὶν ζ΄ καὶ ὡς ἔγγιστα ἡμίσους.