Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 22-6
Not analysed yet
„μένοις ὑφʼ ἡμῶν καὶ μετατιθεμένοις. καθόλου δὲ „καὶ τοῦ φαινομένου τοῦτο συνιστάντος καὶ τοῦ ,,ποιητοῦ σαφῶς λέγοντος, ὅτι ὅλος μὲν δεδυκὼς „γίνεται 〈τοῦ〉 Λέοντος πρὸς τῇ ἀνατολῇ ὄντος, „ἄρχεται δὲ δύεσθαι, ὅταν ὁ Ταῦρος μέλλῃ ἀνατέλλειν, „τὸ δὲ κατὰ διάμετρον αὐτῷ κείμενον ζῴδιον, ὁ Σκορ- „πίος, πρὸς τῇ δύσει ὑπάρχῃ, αἱ δὲ Χηλαὶ ἀρτίως „κατενηνεγμέναι ὦσιν, αἷς ἅμα συγκαταφέρεσθαι ἄρχεται „ὁ Ἀρκτοφύλαξ, φανερὸν εἶναι νομίζω, διότι τοὺς ἀντι- „δοξοῦντας ἡμῖν περὶ τούτου παντελῶς ἀπείρους εἶναι „τῶν φαινομένων συμβέβηκε. “