Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 24
Not analysed yet
τέλλειν δωδεκατημόριον τοῦ ζῳδιακοῦ. δῆλον δὲ ποιεῖ τοῦτο καὶ ἐπὶ τῆς τῶν Ἰχθύων ἀνατολῆς λέγων οὕτως· εἰπὼν γὰρ περὶ τοῦ Ὕδρου, ὅτι τὰ μὲν ἀπὸ τῆς κεφαλῆς ἕως τῆς πρώτης σπείρας τοῦ Ὑδροχόου ἀναφερομένου 〈οὐκέτι〉 μετέωρά ἐστιν, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα οἱ Ἰχθύες κατάγουσιν, ἐπιφέρει· οὕτω καὶ μογεραὶ χεῖρες καὶ γοῦνα καὶ ὦμοι Ἀνδρομέδης δίχα πάντα, τὰ μὲν πάρος, ἄλλα δʼ ὀπίσσω, τείνεται, Ὠκεανοῖο νέον ὁπότε προγένωνται Ἰχθύες ἀμφότεροι. τὰ μέν οἱ κατὰ δεξιὰ χειρὸς αὐτοὶ ἐφέλκονται, τὰ δʼ ἀριστερὰ νειόθεν ἕλκει Κριὸς ἀνερχόμενος. διὰ γὰρ τοῦ „νέον ὁπότε προγένωνται Ἰχθύες“ δηλοῖ οὐκ ἄλλο τι ἢ „ὅταν ἄρχωνται οἱ Ἰχθύες ἀνατέλλειν“.