Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 25
Not analysed yet
ἔτι δὲ αὐτὸ τοῦτο φανερὸν ποιεῖ καὶ ἐπὶ τῆς Ἀργοῦς. τῆς γὰρ Παρθένου ἀνατελλούσης φησὶ τὴν πρύμναν αὐτῆς ἀνατέλλειν [ὅλην]· τὰ δὲ λοιπὰ αὐτῆς ἕως τοῦ ἱστοῦ ἀνατέλλειν, ὅταν ὅλη ἡ Παρθένος ἀνατείλῃ· προειπὼν γάρ· οὐ μέν θην ὀλίγους γαίης ὑπὸ νείατα βάλλει Παρθένος ἀντέλλουσα, μετʼ ὀλίγον φησί· φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς. ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν, Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται.