Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 3-12
Not analysed yet
Τῆς δὲ Παρθένου δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος ζ΄ καὶ κ΄ μοίρας ἕως Χηλῶν ϛ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ια΄ ἕως Αἰγόκερω ιϚ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι, ἔσχατος δὲ ὁ ἐν τῷ βορείῳ ποδί. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε 〈Ὄφεως, ὃν ἔχει ὁ〉 Ὀφιοῦχος, ὁ δεύτερος ἀπʼ ἄκρας τῆς οὐρᾶς, καὶ τοῦ Τοξότου τῶν ἐν τῷ τετραπλεύρῳ ὁ ἡγούμενος τῶν ἀμαυροτέρων ἀντιγωνίων· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ὄρνιθος ὁ ἐν μέσῳ τῷ σώματι λαμπρός, καὶ τοῦ Δελφῖνος τῶν ἐν τῷ ῥόμβῳ ὁ νοτιώτερος τῶν ἑπομένων. Δύνει δὲ ἡ Παρθένος ἐν ὥραις δυσὶ καὶ 〈τρίτῳ καὶ〉 πέμπτῳ μέρει.