Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 4-12
Not analysed yet
Ὅταν δὲ αἱ Χηλαὶ δύνωσι, συγκαταδύνει μὲν αὐταῖς ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιζ΄ μέσης ἕως Σκορπίου μοίρας ιε΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας ι΄ ἕως Αἰγόκερω μοίρας η΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρός, ἔσχατος δὲ ὁ ἐν μέσῃ τῇ βορείᾳ χηλῇ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος ὁ νοτιώτατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ἔσχατον δὲ ὁ ἐν τῷ στόματι τοῦ Ἵππου λαμπρός. Δύνουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ μιᾷ καὶ τετάρτῳ μέρει.