Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 3-8
Not analysed yet
Τοῦ δὲ Ἐνγόνασι δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Τοξότου μοίρας ιδ΄ ἕως Ὑδροχόου μοίρας ιϚ΄· μεσουρανεῖ δὲ ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας γ΄ καὶ κ΄ ἕως Ταύρου μοίρας η΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρί, ἔσχατος δὲ ὁ ἐν τῷ ἀριστερῷ ποδί. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων 〈πρῶτος μὲν〉 τοῦ [μὲν] ἐν τῷ Ὑδροχόῳ ὕδατος ὁ ἑπόμενος τῶν ἐν τῇ τετάρτῃ συστροφῇ, τοῦ δὲ Ἵππου ὁ βορειότερος τῶν ἐν τῷ σώματι συνεχῶν, τοῦ δὲ Κηφέως ὁ ἀριστερὸς ὦμος, 〈ὡς〉 ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατος δὲ μεσουρανεῖ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἑπομένων λαμπρῶν, καὶ ὁ πρὸς μεσημβρίαν κείμενος 〈αὐτοῦ〉 ἀκατονόμαστος 〈καὶ〉 λαμπρός. Δύνει δὲ ὁ Ἐνγόνασιν ἐν ὥραις τέσσαρσι καὶ τρισὶ πεμπτημορίοις ὡς ἔγγιστα.