Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 4-9
Not analysed yet
Τοῦ δὲ Ὀφιούχου δύνοντος συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας ια΄ ἕως Αἰγόκερω μοίρας β΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω ε΄ καὶ κ΄ ἕως Ἰχθύων ια΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ἀριστερῷ ποθί, ἔσχατος δὲ ὁ ἐν τῇ κεφαλῇ. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τοῦ Αἰγόκερω ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ, καὶ τοῦ Ὄρνιθος ὁ νοτιώτατος τῶν ἐν τῇ ἀριστερᾷ πτέρυγι, ἔσχατος δὲ τῆς Κασσιεπείας ὁ ἐν τῇ κεφαλῇ καὶ ὁ ἐν τῷ δίφρῳ μικρός, καὶ τῆς Ἀνδρομέδας ὁ βορειότατος τῶν ἐν τῷ στήθει, καὶ τοῦ Κήτους ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Ὀφιοῦχος ἐν ὥραις τρισὶν ὡς ἔγγιστα.