Ancient Greek · ~5 min
30 to 35
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 30-35
Not analysed yet
Περὶ δὲ τοῦ Ὠρίωνος συμφωνεῖ ὁ Εὔδοξος 〈τοῖς φαινομένοις〉, ὑπολαμβάνων αὐτὸν τοῖς Διδύμοις ὅλον συνανατέλλειν. Τοῦ δὲ Λέοντος ἀρχομένου ἀνατέλλειν ὁ μὲν Ἄρατός φησι τά τε 〈ἄλλα〉 σὺν τῷ Καρκίνῳ δεδυκέναι καὶ τὸν Ἀετόν, τοῦ δὲ Ἐνγόνασιν ἔτι τὸν ἀριστερὸν πόδα καὶ 〈τὸ〉 γόνυ ἀπολείπεσθαι, τὰ δὲ λοιπὰ δεδυκέναι. ἀνατέλλειν δὲ τὴν κεφαλὴν τοῦ Ὕδρου, καὶ τὸν Λαγωόν, καὶ τὸν Πρόκυνα, καὶ τοὺς ἐμπροσθίους πόδας τοῦ Κυνός. τῷ δὲ Αράτῳ ὁμοίως καὶ ὁ Εὔδοξος ἀπο- φαίνεται. τὰ οὖν εἰρημένα ἄστρα δῆλον ὅτι τῷ Καρκίνῳ κατʼ αὐτοὺς ἃ μὲν συνανατέλλει, ἃ δὲ ἀντι- καταδύνει. καὶ ἐπὶ τῶν ἄλλων ζῳδίων τὸ αὐτὸ διαλαμ- βανέσθω. Ἐν μὲν οὖν τοῖς λοιποῖς συμφωνοῦσι τοῖς φαινο- μένοις. τοῦ δʼ Ἐνγόνασιν οὐ μόνον τὸ ἀριστερὸν γόνυ καὶ ὁ ποὺς ἔτι ὑπὲρ γῆς ἐστιν, ἀλλὰ καὶ τὸ δεξιὸν γόνυ· δύνει γὰρ τοῦτο ἀνατελλούσης [τῆς τοῦ] Λέοντος μοίρας ιϚ΄. ὁ δὲ Λαγωὸς οὐ μόνον τῷ Καρ- κίνῳ συνανατέλλει, ὡς ὁ Ἄρατος ὑπολαμβάνει, ἀλλὰ καὶ τοῖς Διδύμοις· ἄρχεται μὲν γὰρ ἀνατέλλειν τῆς ζ΄ καὶ κ΄ μοίρας τῶν Διδύμων ἀναφερομένης, λήγει δὲ ἀνατέλλων συνανατελλούσης αὐτῷ Καρκίνου μοίρας ιβ΄ μέσης. ὁ δὲ Κύων ὅλος τῷ Καρκίνῳ συνανατέλλει πλὴν τοῦ ἐν τῇ οὐρᾷ, καὶ οὐχ, ὡς ὁ Ἄρατός 〈φησιν〉, οἱ ἐμπρόσθιοι μόνον αὐτοῦ πόδες συνανατέλλουσι τῷ Καρκίνῳ.