Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 36
Not analysed yet
Τῆς δὲ Παρθένου ἀρχομένης ἀνατέλλειν Λύρη τότε (φησὶ) Κυλληναίη καὶ Δελφὶς δύνουσι καὶ εὐποίητος Ὀϊστός· σὺν τοῖς Ὄρνιθος πρῶτα πτερὰ μέχρι παῤ αὐτὴν οὐρὴν καὶ Ποταμοῖο παρηορίαι σκιόωνται· δύνει δʼ Ἱππείη κεφαλή, δύνει δὲ καὶ αὐχήν. ἀντέλλει δʼ Ὕδρη μὲν ἐπὶ πλέον ἄχρι παῤ αὐτὸν Κρητῆρα, φθάμενος δὲ Κύων πόδας αἴνυται ἄλλους ἕλκων ἐξόπιθεν πρύμναν πολυτειρέος Ἀργοῦς· ἡ δὲ θέει γαίης ἱστὸν διχόωσα κατʼ αὐτόν, Παρθένος ἦμος ἅπασα περαιόθεν ἄρτι γένηται. τῷ δὲ Ἀράτῳ τὰ αὐτὰ καὶ ὁ Εὔδοξος λέγει. καὶ μάλιστά γε ἐκ τούτων φανερός ἐστιν ὁ Ἄρατος ὡσανεὶ παραγράφων τὰ ὑπὸ τοῦ Εὐδόξου εἰρημένα.