Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. III.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 4-11
Not analysed yet
Ὅταν δὲ αἱ Χηλαὶ ἀνατέλλωσι, συνανατέλλει μὲν αὐταῖς ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιϛ ἕως Σκορ- πίου μοίρας Ϛ΄· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου ιη΄ ἕως Λέοντος ια΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ νοτιώ- τερος τῶν ἐν ἄκραις ταῖς χηλαῖς λαμπρῶν, ἔσχατος δὲ ὁ νοτιώτατος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων πρῶτος μὲν τῶν ἐν τῇ κεφαλῇ τοῦ Λέοντος ὁ νοτιώτερος τῶν ἡγουμένων, καὶ τῆς Ἀργοῦς ὁ βορειότερος τῶν ἐν μέσῳ τῷ ἱστῷ, ἔσχατος δὲ τοῦ Λέοντος ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ δύο ἀστέρων. Ἀνατέλλουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ μιᾷ καὶ τρισὶ πεμπτημορίοις.