Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. III.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 5-12
Not analysed yet
Τοῦ δὲ Σκορπίου ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας γ΄ ἕως Τοξότου θ΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας η΄ μέσης ἕως Παρθένου γ΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότατος τῶν ἐν τῷ μετώπῳ, ἔσχατος δὲ ὁ τρίτος σφόνδυλος ἀπὸ τῶν ἐν τῷ κέντρῳ ἀριθμού- μενος, ἕκτος δὲ ὢν τῶν μετὰ τοὺς ἐν τῷ στήθει. Μεσουρανεῖ δὲ τῶν ἄλλων πρῶτος μὲν τῆς Μεγάλης Ἄρκτου ὁ ἐν τῷ στήθει λαμπρός, καὶ τοῦ Ὕδρου τῶν μετὰ τὸν λαμπρότατον τεσσάρων [τῶν πρὸ τοῦ Κρατῆρος] ὁ τρίτος ἀπὸ δύσεως, ἔσχατος δὲ ὅ τε Στάχυς καὶ τοῦ Κενταύρου ὁ ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον προηγού- μενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Σκορπίος ἐν ὥραις τρισὶ λειπούσαις δεκάτῳ μέρει.