Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Pars posterior. Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 4-7
Not analysed yet
Πρῶτον μὲν οὖν ἐκθησόμεθα τὰς τῶν βορειοτέρων ἄστρων τοῦ ζῳδιακοῦ κύκλου συνανατολάς τε καὶ συγκαταδύσεις, ἔπειτα δὲ τὰς τῶν νοτιωτέρων, ἐπὶ πᾶσι δὲ τὰς τῶν δώδεκα ζῳδίων· λέγω δὲ τῶν ἠστερισ- μένων, ἐπειδήπερ ἃ μὲν μείζονα τόπον ἐπέχει τοῦ δωδεκατημορίου, ἃ δὲ ἐλάσσονα. ἔτι δὲ καὶ πολλῷ τινὰ μὲν βορειότερα, τινὰ δὲ νοτιώτερα ὄντα τοῦ ζῳδιακοῦ πολὺ προτερεῖ καὶ ὑστερεῖ ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τῶν κατʼ αὐτὰ δωδεκατημορίων.