Ancient Greek · ~2 min
5 to 6
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 5-7-6
Not analysed yet
Προσδιασαφήσομεν δὲ ἐφʼ ἑκάστου καὶ τό τε μεσου- ρανοῦν ἐν τῷ ζῳδιακῷ κύκλῳ ζῴδιον καὶ τὴν μοῖραν αὐτοῦ, πρὸς δὲ τούτοις τοὺς μεσουρανοῦντας ἀπλανεῖς ἀστέρας ἐν ταῖς ἀρχαῖς καὶ τελευταῖς τῶν ἀνατολῶν καὶ δύσεων οἱουδήποτε ἄστρου, καὶ ἔτι ἐν πόσαις ὥραις ἰσημεριναῖς ἕκαστον τῶν ἄστρων ἢ δύνει ἢ ἀνατέλλει. ἕκαστον δὲ τούτων διασαφήσομεν κατὰ συνεγγισμὸν ἕως ἀδιαφόρου παραλλαγῆς. διότι γὰρ ἡ τοιαύτη πραγματεία πολλῷ τε τῶν ὑπὸ τῶν ἀρχαίων συντεταγμένων ἐστὶν εὐχρηστοτέρα καὶ πρὸς πολλὰ συντείνει τῶν κατὰ ἀστρολογίαν θεωρημάτων, εὐκατα- νόητον εἶναί σοι νομίζω.