Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 45
Not analysed yet
Τῶν γὰρ Χηλῶν ἀρχομένων ἀνατέλλειν τὸν Βοώτην φησὶν ὅλον ἀνατεταλκέναι καὶ τὴν Ἀργώ, τοῦ δὲ Ὕδρου τὰ πρὸς τὴν οὐρὰν μόνον ὑπὸ γῆς εἶναι· ἀνατεταλκέναι δὲ τοῦ Ἐνγόνασι τὴν δεξιὰν κνήμην μόνον ἕως τοῦ γόνατος, τὸ δὲ λοιπὸν αὐτοῦ σῶμα πλὴν τῆς ἀριστερᾶς χειρὸς 〈καὶ τῆς κεφαλῆς〉 ὑπὲρ γῆν εἶναι τοῦ Σκορπίου πρὸς τῇ ἀνατολῇ ὄντος· τὴν δὲ ἀριστερὰν χεῖρα καὶ τὴν κεφαλὴν μετέωρον φαίνεσθαι τοῦ Τοξότου ἀνα-