Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 44
Not analysed yet
μέσου τοῦ ἱστοῦ“. ὁ δὲ ἑξῆς λόγος ἐστὶ τοιοῦτος· τῆς Παρθένου ἀρχομένης ἀνατέλλειν ὅ τε Κύων ἀνατέταλκε καὶ ἡ πρύμνα τῆς Ἀργοῦς· αὐτὴ μέντοι, ἡμίσεια οὖσα ἕως τοῦ ἱστοῦ, ἀναφέρεται, ἕως ἂν ὅλη ἡ Παρθένος ἀνατείλῃ. κέχρηται δὲ τούτῳ τῷ σχήματι τῆς ἐκφορᾶς ὁ Ἄρατος καὶ ἐπὶ τοῦ Ἐνγόνασι, λέγων οὕτως· τοῦ μὲν ἄῤ οἴη κνήμη σὺν Χηλῇσι φαείνεται ἀμφοτέρῃσιν, αὐτὸς δʼ εἰς κεφαλὴν ἔτι που τετραμμένος ἄλλῃ Σκορπίον ἀντέλλοντα μένει καὶ ῥύτορα τόξων· οἱ γάρ μιν φορέουσι.