Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 5-11
Not analysed yet
〈Τοῦ δὲ Θηρίου δύνοντος, ὃ ἔχει ὁ Κένταυρος, συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος〉 θ΄ καὶ κ΄ μοίρας μέσης ἕως Χηλῶν ια΄· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ι΄ ἕως Αἰγόκερω Ϛ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ὀπισθίοις μηροῖς, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Δράκοντος ὁ ἐν τῷ χάσματι, προηγούμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ τοῦ Ἐνγόνασιν ὁ ἀριστερὸς ἀγκών, προηγούμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ, ἔσχατον δὲ τοῦ τε Δράκοντος τῶν ἐν τῇ πρώτῃ σπείρᾳ τριῶν λαμπρῶν ὁ ἡγούμενος, καὶ τοῦ Ὄρνιθος ὁ ἐν ἄκρᾳ τῇ δεξιᾶ πτέρυγι, μικρὸν ὑπολειπό- μενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Ὀϊστοῦ ὁ ἐπὶ τῆς ἀκίδος, καὶ τοῦ Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τῷ προσώπῳ. Δύνει δὲ τὸ Θηρίον ἐν ὥραις δυσί.