Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 6-12
Not analysed yet
Τοῦ δὲ Θυμιατηρίου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος ιθ΄ μοίρας μέσης ἕως Χηλῶν θ΄· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ε΄ ἕως Αἰγόκερω ε΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τῷ χείλει καὶ διπλοῦς, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ βάσει. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, καὶ τοῦ Τοξότου ὁ μέσος τῶν ἐν τῷ τόξῳ, ἔσχατον δὲ τοῦ Αἰγόκερω ὁ νοτιώτερος τῶν ἐν τοῖς κέρασι λαμπρῶν. Δύνει δὲ τὸ Θυμιατήριον ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει.