Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 6-10
Not analysed yet
Τῆς δὲ Λύρας δυνούσης συγκαταδύνει μὲν ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας δ΄ ἕως Ὑδροχόου μοίρας ιβ΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ γ΄ καὶ κ΄ μέσης ἕως Ταύρου γ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι 〈δύο〉 λαμπρῶν, ἔσχατος δʼ ὁ ἀπʼ ἄρκτων παρακείμενος τῷ λαμπρῷ. Μεσουρανεῖ δὲ τῶν ἄλλων 〈ἀστέρων〉 πρῶτος μὲν ὁ μέσος τῶν ἐν τῇ οὐρᾷ τοῦ Κριοῦ, ἔσχατος δὲ τῶν μεταξὺ τοῦ τε ὀξυτάτου τῆς Πλειάδος καὶ τῶν Ὑάδων τῶν ἐπὶ τοῦ ἀριστεροῦ μετώπου 〈τοῦ Ταύρου〉 ὁ βορειό- τερος [αὐτῶν] καὶ ἐκφανέστερος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεος, καὶ τῆς μεγάλης περιφερείας τοῦ ἀπὸ τοῦ Ὠρίωνος Ποταμοῦ ὁ δεύτερος τῶν ἀπʼ ἄρκτου καὶ λαμπρός, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον, καὶ ὁ μεταξὺ τῆς τε ἀποτο- μῆς τοῦ Ταύρου καὶ τοῦ ἐν τῇ ὠμοπλάτῃ, προηγού- μενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως. Δύνει δὲ ἡ Λύρα ἐν δυσὶ μέρεσιν ὥρας.