Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 7-12
Not analysed yet
Τοῦ δὲ Ὄρνιθος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ [τοῦ] Ὑδροχόου μοίρας ε΄ μέσης ἕως Ἰχθύων μοίρας ιδ΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας δ΄ καὶ κ΄ μέσης ἕως Διδύμων ιβ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τῷ ῥύγχει, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν ἄκρᾳ τῇ δεξιᾷ πτέρυγι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ Περσέως ὁ ἐν τῷ δεξιῷ μηρῷ λαμπρός, καὶ τοῦ Κριοῦ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατοι δὲ τῶν Διδύμων ὅ τε τρίτος ἀπὸ δύσεως τῶν ἐν τοῖς ποσὶ καὶ ὁ ἡγούμενος τῶν ἐν τοῖς γόνασι τριῶν, προηγού- μενοι τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον. Δύνει δὲ ὁ Ὄρνις ἐν ὥραις τρισὶ καὶ ἕκτῳ μέρει.