Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 6-14
Not analysed yet
Τοῦ δὲ Τοξότου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας γ΄ ἕως Τοξότου ζ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας κ΄ ἕως Ἰχθύων ε΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ λαμπρὸς ὁ ἐν τῷ ἐμπροσθίῳ ποδί, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ ἐφαπτίδι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κηφέως ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρί, καὶ τοῦ Ὄρνιθος ὁ ἐν τῷ ἀγκῶνι τῆς ἀριστερᾶς πτέρυγος, καὶ τοῦ Αἰγόκερω ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, προηγού- μενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Κηφέως ὁ ἀριστερὸς πούς, καὶ τοῦ Ἵππου ὁ ἐν τῷ ὀμφαλῷ.