Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 5-13
Not analysed yet
Τοῦ δὲ Σκορπίου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιγ΄ μέσης ἕως Σκορπίου μοίρας Ϛ΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω ζ΄ μέσης ἕως Αἰγόκερω β΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐπὶ τοῦ τρίτου σφονδύλου κείμενος, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ μετώπῳ. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος ὁ μέσος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὑπολειπόμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ, καὶ τοῦ Αἰγόκερω ὁ βορειότερος τῶν ἐν τοῖς γόνασιν· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως. Δύνει δὲ ὁ Σκορπίος ἐν ὥρᾳ μιᾷ.