Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 6-4
Not analysed yet
Τριγώνου; λέγει γὰρ οὕτως περὶ αὐτοῦ· αὐτοῦ καὶ Κριοῖο θοώταταί εἰσι κέλευθοι. καὶ μετʼ ὀλίγον ἐπιφέρει· αὐτὸς μὲν νωθὴς καὶ ἀνάστερος οἷα σελήνῃ σκέψασθαι, ζώνῃ δʼ ἂν ὅμως ἐπιτεκμήραιο Ἀνδρομέδης· ὀλίγον γὰρ ὑπ αὐτὴν ἐστήρικται. καὶ πάλιν· ἔστι δέ τοι καὶ ἔτʼ ἄλλο τετυγμένον ἐγγύθι σῆμα, Δελτωτὸν πλευρῇσιν ἰσαιομένῃσιν ἐοικὸς ἀμφοτέρῃσʼ· ἡ δʼ οὔτι τόση, μάλα δʼ ἐστὶν ἑτοίμη εὑρέσθαι· περὶ γὰρ πολέων εὐάστερός ἐστι· τῶν ὀλίγον Κριοῦ νοτιώτεροι ἀστέρες εἰσίν.