Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 7-6
Not analysed yet
ἀλλʼ οὐ χρεία σημειοῦσθαι τὸν Κριὸν ἐκ τούτων· οἱ γὰρ ἐν τῇ κεφαλῇ αὐτοῦ κείμενοι ἀστέρες τρεῖς λαμ- πρότεροί εἰσι τῶν ἐν τῇ ζώνῃ τῆς Ἀνδρομέδας, ἔγγιστα δὲ καὶ τῶν ἐν τῷ Τριγώνῳ [οὐ πολὺ λειπόμενοι αὐτῶν]· καλῶς δέ ἐστιν ἐκφανὴς καὶ ὁ ἐν τοῖς ἐμπρο- σθίοις αὐτοῦ ποσὶ κείμενος.