Ancient Greek · ~3 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 6-9
Not analysed yet
Τῆς δὲ Λύρας ἀνατελλούσης συνανατέλλει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας θ΄ μέσης ἕως Σκορπίου ιη΄· μεσουρανεῖ δὲ ἀπὸ Λέοντος μοίρας ιγ΄ μέσης ἕως Λέοντος μοίρας Ϛ΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῆς Λύρας ὁ ἀπʼ ἄρκτων παρακείμενος τῷ λαμπροτάτῳ, ἔσχατος δὲ ὁ πρὸς ἀνατολὰς τῶν ἐν τῷ ζυγώματι αὐτῆς δύο λαμπρῶν. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Λέοντος ὁ νοτιώτερος τῶν δύο τῶν 〈ἐξ ἑκατέρου μέρους παρα- κειμένων τῷ〉 ἐπὶ τῆς ὀσφύος λαμπρῷ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Λέοντος λαμπρός, καὶ ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι τῆς Παρθένου, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ἡ Λύρα ἐν τέσσαρσι πεμπτημορίοις μιᾶς ὥρας.