Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 5-8
Not analysed yet
Τοῦ δὲ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἀνατέλλοντος συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας η΄ ἕως Τοξότου μοίρας α΄ μέσης· μεσουρανεῖ δὲ [ὁ] ἀπὸ Καρκίνου η΄ μέσης ἕως Παρθένου ιδ΄. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει τῶν ἐν τῇ κεφαλῇ αὐτοῦ ὁ βορειό- τερος τῶν ἡγουμένων, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ. Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν ὁ ἐν τῷ ἀκρο- στολίῳ τῆς Ἀργοῦς λαμπρός, ὡς ἡμιπήχιον ὑπολει- πόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὅ τε Προτρυγητὴρ καὶ ὁ βορειότερος ὦμος τῆς Παρθένου, ὡς πηχυαῖον διάστημα τοῦ μεσημβρινοῦ ὑπολειπόμενος ἑκάτερος αὐτῶν. Ἀνατέλλει δὲ ὁ Ὄφις ἐν ὥραις τέσσαρσι καὶ ἡμιωρίῳ.