Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. III.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 7-10
Not analysed yet
τούτου δʼ ἀπορουμένου ὁ Ἄτταλός φησιν ἁμάρτημα εἶναι, δεῖν δὲ γράφειν οὕτως· „Ἵππος δ᾿ Ὑδροχόοιο νέον περιτελλομένοιο. “λανθάνει δὲ τόν τε Ἄτταλον καὶ τοὺς ἄλλους τὸ βούλημα τοῦ ποιητοῦ, τάχα δὲ καὶ τὸ φαινόμενον. ὁ γὰρ Ὑδροχόος, τῇ θέσει κείμενος ἀπὸ μεσημβρίας πρὸς ἄρκτους, τὰ μὲν κατὰ τὸ στῆθος καὶ τὴν κεφαλὴν μέρη πολὺ ἐκπίπτοντα τοῦ ζῳδιακοῦ κύκλου εἰς τὸ πρὸς ἄρκτους μέρος, τὰ δὲ κατὰ τοὺς πόδας νοτιώτερα ἔχει τοῦ ζῳδιακοῦ κύκλου· ἐν δὲ τῷ