Ancient Greek
8 to 9
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 8-12-9
Not analysed yet
ζῳδιακῷ τὰ μέσα αὐτοῦ κεῖται. ἐπεὶ οὖν τὰ δωδεκατη- μόρια τοῦ ζῳδιακοῦ κύκλου ὑποτίθεται ἀναφερόμενα, διὰ τοῦτο ὁ Ἄρατος λέγει τοῦ Ὑδροχόου κατὰ μέσον τὸ σῶμα ἀνατέλλοντος „ὁ Ἵππος ποσσί τε καὶ κεφαλῇ ἀνελίσσεται“, καὶ οὐχὶ τὸ μέσον τοῦ ἐν τῷ δωδεκατη- μορίῳ μήκους, ὡς οἵ τε πολλοὶ καὶ ὁ Ἄτταλος ἐκδέχεται. ἀναγκαῖον οὖν εἶναι δοκεῖ μοι, μὴ μετατιθέναι τὸν στίχον, ὡς ὁ Ἄτταλος ὑποδεικνύει, ἐν πᾶσί γε δὴ τοῖς ἀντιγράφοις οὕτως αὐτοῦ γραφομένου.