Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 7-13
Not analysed yet
Ὅταν δὲ ὁ Νότιος Ἰχθὺς ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας ιζ΄ ψμέσης ἕως Ἰχθύων α΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου δ΄ ἕως Τοξότου ε΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βσρειότερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ ῥύγχει λαμπρός. Μεσοορανεῖ δὲ πρῶτος μὲν 〈ἀστὴρ〉 τοῦ τε Τοξότου ὁ ἐν μέσῳ τῷ τόξῳ, καὶ τοῦ Ὀφιούχου ὁ νοτιώτερος τῶν ἐν τῷ δεξιῷ ὤμῳ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ τοῦ Τοξότου ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός, καὶ τοῦ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, καὶ τῆς Λύρας ὁ ἡγού- μενος τῶν ἐν τῷ ζυγώματι δύο λαμπρῶν, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Ἰχθὺς ἐν 〈ὥρᾳ μιᾷ καὶ〉 δυσὶ πεμπτημορίοις μιᾶς ὥρας.