Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. I.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 8-15
Not analysed yet
Ὅταν δὲ τὸ Κῆτος ἀνατέλλῃ, συνανατέλλει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας κ΄ ἕως Ταύρου ζ΄· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου δ΄ καὶ κ΄ μέσης ἕως Αἰγόκερω β΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ βορειότερος τῶν ἐν τῇ οὐρᾷ, ἔσχατος δὲ τῶν ἐν τῷ τετραπλεύρῳ λαμπρῶν ὁ νοτιώτερος τῶν ἑπομένων. Μεσουρανεῖ δὲ πρῶτος μὲν 〈ἀστὴρ〉 τῆς Λύρας ὁ ἡγούμενος τῶν ἐν τῷ ζυγώματι, ἔσχατος δὲ τοῦ Ὄρνιθος ὁ ἐν τῇ οὐρᾷ λαμπρός. Ἀνατέλλει δὲ τὸ Κῆτος ἐν ὥραις δυσίν.