Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 7-14
Not analysed yet
Ὅταν δὲ ὁ Νότιος Ἰχθὺς δύνῃ, συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Τοξότου μοίρας δ΄ καὶ κ΄ ἕως Αἰγόκερω ιη΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας γ΄ ἕως Κριοῦ μοίρας β΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ἔσχατος δὲ ὁ ἐν τῷ ῥύγχει λαμπρὸς σφόδρα. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν ἀρχῇ μὲν τῶν Ἰχθύων τοῦ νοτιωτέρου ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ἔσχατον δὲ τῆς τε Ἀνδρομέδας ὁ ἀριστερὸς πούς, καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, καὶ τοῦ ἐν τῷ Κήτει τετραπλεύρου ὁ νοτιώτερος τῶν ἑπομένων. Δύνει δὲ ὁ Ἰχθὺς ἐν ὥρᾳ μιᾷ καὶ τέσσαρσι πεμπτη- μορίοις.