Ancient Greek · ~2 min
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΠΡΩΤΟΝ, Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 7-4
Not analysed yet
Περὶ δὲ τῆς θέσεως τῆς τοῦ Δράκοντος κεφαλῆς οἱ μὲν περὶ τὸν Eὔδοξον καὶ Ἄρατον συμφώνως ἀπο- φαίνονται τῷ φαινομένῳ, ὁ δὲ Ἄτταλος διαφώνως. ὁ μὲν γὰρ Ἄρατος ἀκολουθῶν τῷ Εὐδόξῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κύκλου φησὶν αὐτὴν φέρεσθαι λέγων οὕτως· κείνη που κεφαλὴ τῇ νείσσεται, ᾗχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν. ὁ δὲ Ἄτταλος μικρῷ νοτιωτέραν αὐτὴν εἶναί φησι τοῦ ἀεὶ φανεροῦ κύκλου, ὥστε αὐτὴν ὑπὸ τὸν ὁρίζοντα