Ancient Greek · ~3 min
5 to 6
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 5-3-6
Not analysed yet
Μεγάλης Ἄρκτου. τὸ μὲν γὰρ λέγειν, ὅτι ἀντεστραμ- μένην τὴν κεφαλὴν τοῦ Δράκοντος ὑποτίθεται, καὶ οὐχὶ εἰς τὰ ἐντὸς τοῦ κόσμου ἐπεστραμμένην, καθάπερ φησὶν ὁ Ἄτταλος, τελέως ἐστὶν ἀπίθανον. ἅπαντα γὰρ τὰ ἄστρα ἠστέρισται πρὸς τὴν ἡμετέραν θεωρίαν καὶ ὡς ἂν πρὸς ἡμᾶς ἐστραμμένα, εἰ μή τι κατάγραφον αὐτῶν ἐστι. φανερὸν δὲ τοῦτο ποιεῖ καὶ ὁ Ἄρατος διὰ πλειόνων· ἐφʼ ὧν γὰρ δεξιὸν ἢ ἀριστερὸν μέρος ἄστρου διασαφεῖ, ἐπὶ πάντων συμφωνεῖ τῇ προειρημένῃ ὑποθέσει. καὶ ἄλλως δὲ πλασματώδης ἐστὶν ἡ ὑπόθεσις καὶ ἡρμοσμένη. καὶ τούτῳ δὲ τῷ ἀγνοήματι βοηθήσει καὶ τῷ περὶ τὸν ἀριστερὸν πόδα τοῦ Ἐνγόνασι, περὶ οὗ προελθόντες ἐροῦμεν.