Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. II.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 8-11
Not analysed yet
〈μέσης〉 τῆς ιη΄ μοίρας τοῦ Καρκίνου. τοῦ δὲ Ἐνγόνασιν ἡ κεφαλὴ μόνον δέδυκε καὶ ὁ δεξιὸς ὦμος σὺν τῇ χειρί· ὁ δʼ ἀριστερὸς ὦμος καὶ τὸ λοιπὸν σῶμα ἔτι ἐστὶν ὑπὲρ γῆν· τοῦ μὲν γὰρ δεξιοῦ ὤμου δύνοντος ἀνατέλλει ἡ ζ΄ καὶ κ΄ μοῖρα τῶν Διδύμων, τοῦ δὲ ἀριστεροῦ ὤμου δύνοντος ἀνατέλλει ἡ η΄ μοῖρα τοῦ Καρκίνου. τοῦ δὲ ἀριστεροῦ ὤμου ἔτι ὕστερον δύνουσιν οἱ ἐν ταῖς πλευραῖς. οὐκ ἄρα τὸ ἀπὸ τῆς γαστρὸς μέρος αὐτοῦ ἕως τῆς κεφαλῆς δέδυκεν, ὡς Ἄρατός