Ancient Greek
9 to 11
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-10-11
Not analysed yet
φησι. τὰ δὲ περὶ τὸν Ὀφιοῦχον συμφώνως ἀποδιδόασι τῷ φαινομένῳ ὅ τε Ἄρατος καὶ ὁ Εὔδοξος· οἱ μὲν γὰρ ὦμοι τοῖς Διδύμοις ἀντικαταδύνουσιν, ὁ δὲ ἐν τῇ κεφαλῇ δύνει ἀνατελλούσης τῆς β΄ μοίρας τοῦ Καρκίνου. τοῦ δὲ Ὄφεως, ὃν ἔχει ὁ Ὀφιοῦχος, ἡ οὐρὰ μόνον ὑπὲρ γῆς ἐστιν, ὡς ὁ Εὔδοξός φησι, καὶ οὐχ ἡ κεφαλὴ 〈μόνον δέδυκεν〉, ὡς ὁ Ἄρατος. ἡ μὲν γὰρ κεφαλὴ αὐτοῦ δύνει ἀνατελλόντων μέσων μάλιστα τῶν Διδύ- μων, ὁ δὲ ἐν ἄκρᾳ τῇ οὐρᾷ δύνει ἀνατελλούσης τῆς θ΄ μοίρας τοῦ Καρκίνου. Περὶ δὲ τοῦ Ἀρκτοφύλακος ὁλοσχερῶς δοκοῦσί μοι ἀγνοεῖν· φασὶ γὰρ αὐτὸν τέσσαρσι ζῳδίοις ἀντικαταδύ-