Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. V.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 8-13
Not analysed yet
Τοῦ δὲ Κηφέως μόνα τὰ πρὸς τῇ κεφαλῇ μέρη ἀνατέλλει. συνανατέλλει δὲ αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Τοξότου Ϛ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοίρας θ΄ μέσης ἕως Παρθένου α΄ καὶ κ΄. 〈καὶ πρῶτος μὲν ἀστὴρ ἀνατέλλει ὁ προηγούμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ ὁ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ. 〉Μεσουρανεῖ δὲ ἀστὴρ πρῶτος μὲν τοῦ Κόρακος ὁ ἐν τῇ οὐρᾷ λαμπρός, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, ἔσχατος δὲ ὁ ἀριστερὸς ἀγκὼν τῆς Παρ- θένου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ. Ἀνατέλλει δὲ ὁ Κηφεὺς ἐν τρισὶν ἔγγιστα τεταρτη- μορίοις ὥρας μιᾶς.