Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΔΕΥΤΕΡΟΝ., Cap. VI.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 8-14
Not analysed yet
Τοῦ δὲ Κηφέως δύνει τὰ περὶ τὴν κεφαλὴν μέρη μόνον. καὶ συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας η΄ μέσης ἕως Κριοῦ ιδ΄· μεσουρα- νεῖ δὲ ἀπὸ Καρκίνου μοίρας θ΄ ἕως Καρκίνου μοί- ρας ιδ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει 〈ὁ νοτιώτερος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ἔσχατος δὲ ὁ βορειότερος αὐτῶν〉. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων πρῶτοι μὲν τοῦ τε Καρκίνου ὁ νοτιώτερος τῶν ἀπʼ ἀνατολῆς περὶ τὸ Νεφέλιον κειμένων, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τῆς Ἀργοῦς ὁ ἐν τῷ ἀκροστολίῳ λαμπρός, ἔσχατοι δὲ τῆς τε Ἄρκτου ὁ ἐν τοῖς ἐμπρο- σθίοις γόνασι λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Καρκίνου ὁ μέσος τῶν τριῶν τῶν περὶ τὴν νοτίαν χηλήν, καὶ τοῦ Ὕδρου ὁ ἐπὶ τῆς ἐκφύσεως τοῦ τραχήλου, καὶ τῆς Ἀργοῦς ὁ ἐν μέσῳ τῷ τοίχῳ λαμπρός, μικρὸν ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. 〈Δύνει δὲ ὁ Κηφεὺς ἐν τρίτῳ μέρει ὥρας. 〉