Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 8-18
Not analysed yet
Τοῦ δὲ Ὑδροχόου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ιη΄ μέσης ἕως Ὑδρο- χόου ιε΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας γ΄ ἕως Ταύρου ζ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ κάλπιδι. Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδὴς ὤν, καὶ τῆς Ἀνδρομέδας ὁ ἀριστερὸς πούς, μικρὸν προηγού- μενος τοῦ μεσημβρινοῦ, ὁμοίως δὲ καὶ τοῦ Κριοῦ ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ, ἔσχατον δὲ ὁ ἐν τῇ ὡμοπλάτῃ τοῦ Ταύρου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημ- βρινοῦ, καὶ τῶν Ὑάδων ὁ ἐν τῷ ῥύγχει, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ. Δύνει δὲ ὁ Ὑδροχόος ἐν ὥραις δυσὶ καὶ ὀγδόῳ μέρει.