Ancient Greek
ΙΠΠΑΡΧΟΥ ΤΩΝ ΑΡΑΤΟΥ ΚΑΙ ΕΥΔΟΞΟΥ ΦΑΙΝΟΜΕΝΩΝ ΕΞΗΓΗΣΕΩΣ ΤΡΙΤΟΝ., Cap. IV.
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 9-16
Not analysed yet
Τῶν δὲ Ἰχθύων δυνόντων συγκαταδύνει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας γ΄ καὶ κ΄ ἕως Κριοῦ μοίρας ε΄· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας ιζ΄ ἕως Καρκίνου Ϛ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρῳ τῷ ῥύγχει 〈τοῦ νοτιωτέρου Ἰχθύος, ἔσχατοι δὲ οἱ ἐν ἄκρῳ τῴ ῥύγχει〉 τοῦ βορειοτέρου Ἰχθύος. Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ταύρου ὁ ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ κέρατος, καὶ τοῦ Ἡνιόχου ὁ ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Ἄρκτου ὁ βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι, καὶ τοῦ Καρκίνου τῶν περὶ τὸ Νεφέλιον τὸ ἐν αὐτῷ κειμένων τεσσάρων οἱ δύο πρὸς δύσιν, καὶ τοῦ Καρκίνου ὁ ἐν τοῖς νοτίοις ποσί. Δύνουσι δὲ οἱ Ἰχθύες ἐν ὥραις τρισὶ καὶ ἡμιωρίῳ.