Ancient Greek · ~3 min
8 to 10
Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii 8-4-10
Not analysed yet
Τούτων δʼ οὕτως ἐχόντων, πῶς ἐστι δυνατὸν ὑπὸ τὴν Ἄρκτον τούς τε Διδύμους καὶ τὸν Καρκίνον κεῖσθαι, εἴπερ ἥ τε κεφαλὴ καὶ οἱ ἐμπρόσθιοι πόδες αὐτῆς κατὰ τὴν γʹ τοῦ Λέοντος κεῖνται μοῖραν; δεῖ οὖν ὑπὸ μὲν τὴν Ἄρκτον τὸν Λέοντα μόνον τετάχθαι· ὁ γὰρ ἐν τοῖς ὀπισθίοις αὐτῆς ποσίν, ἐφʼ ὧν ἐστιν ὁ νοτιώτερος τῶν ἑπομένων ἐν τῷ πλινθίῳ, τοῦ Λέοντος ἐπέχει ἔλασσον τῶν κεʹ μοιρῶν. τοῖς δʼ ὅλοις, εἴπερ προέκειτο σημῆναί τινα ζῴδια καθʼ ὅλην τὴν Ἄρκτον, ἔδει τὴν Παρθένον ὑπʼ αὐτὴν τάξαι, καὶ νὴ Δία, μέρος τῶν Χηλῶν· ὁ γὰρ ἐν ἄκρᾳ τῇ οὐρᾷ τῆς Ἄρκτου, ὅς ἐστιν ἔσχατος τῶν πρὸς ἀνατολὰς τῶν ἑπτά, κατὰ παράλληλον